Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.11 Dem. 22.15 (English) >>Dem. 22.17

22.13οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· δʼ οὖν πᾶσι μάλιστʼ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνʼ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλʼ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφʼ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτʼ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερʼ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδʼ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται. 22.14εἶεν· ἀλλʼ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά. ἀλλʼ πάντες ἑοράκατε, ἴσθʼ ὅτι πρώην Εὐβοεῦσιν ἡμερῶν τριῶν ἐβοηθήσατε καὶ Θηβαίους ὑποσπόνδους ἀπεπέμψατε. ἆρʼ οὖν ταῦτʼ ἐπράξατʼ ἂν οὕτως ὀξέως, εἰ μὴ ναῦς εἴχετε καινὰς ἐν αἷς ἐβοηθήσατε; ἀλλʼ οὐκ ἂν ἐδύνασθε. ἄλλα πόλλʼ ἔχοι τις ἂν εἰπεῖν τῇ πόλει γέγονʼ ἐκ τοῦ ταύτας κατεσκευάσθαι καλῶς ἀγαθά. 22.15εἶεν· ἐκ δὲ τοῦ κακῶς πόσα δεινά; τὰ μὲν πόλλʼ ἐάσω· ἀλλʼ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν, πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; τὸν τελευταῖον γὰρ ἴστε τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτʼ ἀποστεῖλαι δυνήσεσθαι, πῶς διέκειθʼ πόλις· ἴστʼ ὀρόβους ὄντας ὠνίους. ἐπειδὴ δʼ ἀπεστείλατε, εἰρήνης ἐτύχεθʼ ὁποίας τινὸς ἐβούλεσθε.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.11 Dem. 22.15 (English) >>Dem. 22.17

Powered by PhiloLogic